Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.224 Joseph. AJ 15.229 (English) >>Joseph. AJ 15.235

15.227γενόμενος δὲ ἐν ταῖς ἀνάγκαις ἄνθρωπος, οὐδὲν μὲν ὧν ἕνεκεν ἐβασανίζετο λέγειν εἶχεν, τὸ μέντοι τῆς γυναικὸς ἔχθος εἰς αὐτὸν ἔφη γενέσθαι διὰ τοὺς λόγους, οὓς Σόαιμος αὐτῇ φράσαι. 15.228ταῦτα δʼ ἔτι λέγοντος μέγα βοήσας βασιλεὺς οὐκ ἂν ἔφη Σόαιμον πιστότατον ὄντα τόν γε ἄλλον χρόνον αὐτῷ καὶ τῇ βασιλείᾳ καταπροδοῦναι τὰς ἐντολάς, εἰ μὴ καὶ περαιτέρω προεληλύθει τῆς πρὸς τὴν Μαριάμμην κοινωνίας. 15.229καὶ τὸν μὲν Σόαιμον εὐθὺς ἐκέλευσεν ἀποκτεῖναι συλλαβόντας· τῇ δὲ γυναικὶ κρίσιν ἀπεδίδου συναγαγὼν τοὺς οἰκειοτάτους αὐτῷ καὶ τὴν κατηγορίαν ἐσπουδασμένην ποιούμενος ὑπὲρ τῶν κατὰ τὰς διαβολὰς φίλτρων καὶ φαρμάκων. ἦν δὲ ἀκρατὴς ἐν τῷ λόγῳ καὶ κρίσεως ὀργιλαίτερος, καὶ τέλος οὕτως ἔχοντα γινώσκοντες αὐτὸν οἱ παρόντες θάνατον αὐτῆς κατεψηφίσαντο. 15.230διενεχθείσης δὲ τῆς γνώμης ὑπεγίνετο μέν τι καὶ τοιοῦτον αὐτῷ τε καί τισιν τῶν παρόντων μὴ προπετῶς οὕτως ἀναιρεῖν, καταθέσθαι δὲ εἰς ἕν τι τῶν ἐν τῇ βασιλείᾳ φρουρίων. 15.231ἐσπουδάσθη δὲ ταῖς περὶ τὴν Σαλώμην ἐκποδὼν ποιήσασθαι τὴν ἄνθρωπον καὶ μᾶλλον ἔπεισαν τὸν βασιλέα τὰς ταραχὰς τοῦ πλήθους, εἰ ζῶσα τύχοι, φυλάξασθαι συμβουλεύουσαι. Μαριάμμη μὲν οὖν οὕτως ἤγετο τὴν ἐπὶ θανάτῳ. 15.232

Συνθεωρήσασα δὲ τὸν καιρὸν Ἀλεξάνδρα, καὶ διότι μικρὰς ἐλπίδας ἔχοι μὴ καὶ αὐτὴ τῶν ὁμοίων ἐξ Ἡρώδου τυχεῖν, ἐναντίως πρὸς τὸ πρῶτον θράσος καὶ λίαν ἀπρεπῶς μετεβάλετο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.224 Joseph. AJ 15.229 (English) >>Joseph. AJ 15.235

Powered by PhiloLogic